Las ranas y Zeus (adaptación de fábula de Esopo)
Separa las oraciones por los signos de puntuación fuertes
Los signos de puntuación fuerte en griego son:
- el punto bajo
- el punto alto (equivalente a nuestors dos puntos o a punto y coma)
- el punto y coma (equivalente a nuestro signo de interrogación)
Oἱ βάτραχοι ἀγγέλλους πέμπουσι πρὸς τὸν Κρονίδην διότι μονάρχου χρῄζουσιν. οἱ ἄγγελοι τῷ Κρονίδῃ ὑπὲρ τῶν βατράχων λέγουσιν˙ ὦ δίκαιε Κρονίδη, δεσπότης εἶ τῶν θεῶν˙ἆρα ἐθέλεις τοῖς βατράχοις δεσπότην παρέχειν;ὁ Κρονίδης σφόδρα θαυμάζει καὶ ξύλον εἰς τῶν βατράχων λίμνην ῥίπτει˙τὸ ξύλον ἐκπλήττει τοὺς βατράχους καὶ ταχέως ἀποτρέχουσιν, ἀλλὰ ὑποπτεύουσιν ἐπεὶ τὸ ξύλον ἐστὶν ἀκίνητον.ὕστερον τῷ ξύλῳ ἄνευ φόβου ἐπιβαίνουσι καὶ λέγουσιν˙'ὦ ξένε, ἆρα θεὸς εἶ ἤ ἄνθρωπος ἤ ζῶον;' ἐπεὶ οὐ λέγει οὐδέν, νομίζουσι ἀνάξιον εἶναι τοιοῦτον δεσπότην ἔχειν καὶ ἀγγέλλους πάλιν πρὸς Κρονίδην πέμπουσιν περὶ νέου μονάρχου.οἱ ἄγγελοι τῷ Κρονίδῃ λέγουσιν˙'ὦ δέσποτα, δεῖ ἄλλον μόναρχον τοῖς βατράχοις πέμπειν ἐπεὶ ὁ πρῶτος ἐστιν ἀκίνητος καὶ ἀργὸς'.ὁ τῶν θεῶν δεσπότης ὕδραν πέμπει.ἡ ὕδρα τοὺς βατράχους ἐσθίει.
ὁ μῦθος σαφηνίζει ὅτι δεῖ τοὺς ἀργοὺς δεσπότας φέρειν ἐπεὶ οἱ δραστήριοι δεσπόται ταλαιπωρίας πολλάκις φέρουσιν.
Obra publicada con Licencia Creative Commons Reconocimiento No comercial Compartir igual 4.0