Saltar la navegación

Identificar los verbos

Identifica los verbos en forma personal

Recuerda las desinencias verbales:

verbo εἰμί des.temáticas
1ªs. εἰμί ω
2ªs. εἶ εις
3ªs. ἐστι(ν) ει
1ªp. ἐσμεν ομεν
2ªp. ἐστε ετε
3ªp. εἰσι(ν) ουσι(ν)
  1. Oἱ βάτραχοι ἀγγέλλους πέμπουσι πρὸς τὸν Κρονίδην διότι μονάρχου χρῄζουσιν.
  2. οἱ ἄγγελοι τῷ Κρονίδῃ ὑπὲρ τῶν βατράχων λέγουσιν. 
  3. ὦ δίκαιε Κρονίδη, δεσπότης εἶ τῶν θεῶν.
  4. ἆρα ἐθέλεις τοῖς βατράχοις δεσπότην παρέχειν;
  5. ὁ Κρονίδης σφόδρα θαυμάζει καὶ ξύλον εἰς τῶν βατράχων λίμνην ῥίπτει.
  6. τὸ ξύλον ἐκπλήττει τοὺς βατράχους καὶ ταχέως ἀποτρέχουσιν, ἀλλὰ ὑποπτεύουσιν ἐπεὶ τὸ ξύλον ἐστὶν ἀκίνητον.
  7. ὕστερον τῷ ξύλῳ ἄνευ φόβου ἐπιβαίνουσι καὶ λέγουσιν˙
  8. 'ὦ ξένε, ἆρα θεὸς εἶ ἤ ἄνθρωπος ἤ ζῶον;'
  9. ἐπεὶ οὐ λέγει οὐδέν, νομίζουσι ἀνάξιον εἶναι τοιοῦτον δεσπότην ἔχειν καὶ ἀγγέλλους πάλιν πρὸς Κρονίδην πέμπουσιν περὶ νέου μονάρχου.
  10. οἱ ἄγγελοι τῷ Κρονίδῃ λέγουσιν˙
  11. 'ὦ δέσποτα, δεῖ ἄλλον μόναρχον τοῖς βατράχοις πέμπειν ἐπεὶ ὁ πρῶτος ἐστιν ἀκίνητος καὶ ἀργὸς'.
  12. ὁ τῶν θεῶν δεσπότης ὕδραν πέμπει.
  13. ἡ ὕδρα τοὺς βατράχους ἐσθίει.
  14. ὁ μῦθος σαφηνίζει ὅτι δεῖ τοὺς ἀργοὺς δεσπότας φέρειν ἐπεὶ οἱ δραστήριοι δεσπόται ταλαιπωρίας πολλάκις φέρουσιν.

Obra publicada con Licencia Creative Commons Reconocimiento No comercial Compartir igual 4.0