Saltar la navegación

Odiseo en el país de los feacios

Llegada de Odiseo al país de los feacios

1.-ὁ  Ὀδυσσεὺς ἀπὸ τῆς Τροῖας ἥκει, ἀλλὰ ὁ Ποσειδῶν ἐν τῇ Σχερίᾳ τὴν ναῦν διαφθείρει.

2.-ὁ  Ὀδυσσεὺς ἐκ τῆς θαλάττης φεύγει καὶ ὑπὸ ἐλάᾳ ἑαυτὸν κρύπτει πρὸς τῇ ἀκτῇ.

3.-ὄναρ ἡ Ἀθηνᾶ τῇ βασιλείᾳ Ναυσικάᾳ λέγει ὅτι δεῖ τὴν στολὴν ἐν τῇ ἀκτῇ πλύνειν.

4.-ἅμα τῇ ἡμέρᾳ ἡ Ναυσικάα τὴν στολὴν ἐκ τῆς οἰκίας ἐν ἀμάξῃ πρὸς τὴν θάλατταν φέρει.

5.- ἐν τῇ ἀμαξῃ ἔστι καὶ ἐδωδὴ τῇ Ναυσικάᾳ καὶ ταῖς ἑταίραις.

6.-αἱ κόραι τάχα πλύνουσι τὴν στολὴν πρὸς τῇ ἐλάᾳ οὗ ὁ Ὀδυσσεὺς καθεύδει.

7.-ἔπειτα αἱ κόραι τὴν στολὴν ἐπὶ τὴν ἀκτὴν ἐπιβάλλουσιν.

8.- λούουσιν ἑαυτὰς καὶ τὴν ἐδωδὴν ἐσθίουσιν ἥν ἐν τῇ ἀμάξῃ ἔχουσιν.

9.- ἕως ἐν τῇ ἀκτῇ παίζουσιν, ἡ Ναυσικάα σφαίραν ρίπτει ἀλλ' ἡ σφαῖρα εἰς δίνην πίπτει.

10.-αἱ τῶν κορῶν βοαὶ τὸν Ὀδυσσέα ἐγείρουσι καὶ ἐκπλήττουσιν.

11.- ὁ Ὀδυσσεὺς  θαυμάζει ποῖ τῆς γῆς ἥκει, καὶ ἀπὸ τῆς ἐλάας ἐξαίφνης ἕρπει.

12.- τὴν Ναυσικάαν καὶ τὰς ἑταίρας ἐκπλήττει.

13.- ἀλλ' ἡ Ναυσικάα ἐν τῇ ἀκτῇ ἀναμένει διότι ἡ Ἀθηνᾶ τὴν ἀνδρείαν εἰς τὴν καρδίαν εἰσβάλλει.

14.- ὁ Ὀδυσσεὺς τῇ Ναυσικάᾳ λέγει ὅτι ἀπὸ τῆς Ὀγυγίας ἥκει

15.- ἡ Ναυσικάα ταῖς ἑταίραις λέγει ὅτι δεῖ τῷ Ὀδυσσεῖ ἐδωδὴν καὶ στολὴν παρέχειν.

16.- τὸν Ὀδυσσέα πρὸς τὴν τοῦ πατρὸς οἰκίαν ἄγειν ἐθέλει ἀλλὰ τὴν τῶν πολιτῶν αἰτίαν δειμαίνει εἰ βλέπουσιν αὐτὴν μετὰ Ὀδυσσέως.

17.- ὥστε ἡ Ναυσικάα καὶ αἱ κόραι τὴν στολὴν πάλιν ἐν τῇ ἀμάξῃ πρὸς τὴν οἰκιαν φέρουσιν, ἀλλ' ὁ Ὀδυσσεὺς ἐκτὸς ἀναμένει.

 Betts,G. y Henry, A. Teach yourself Ancient Greek. NTC Publishing group. 1989

Obra publicada con Licencia Creative Commons Reconocimiento No comercial Compartir igual 4.0